Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.85 Joseph. AJ 18.90 (English) >>Joseph. AJ 18.94

18.88

Καταστάντος δὲ τοῦ θορύβου Σαμαρέων βουλὴ παρὰ Οὐιτέλλιον ὑπατικὸν ἴασιν ἄνδρα Συρίας τὴν ἡγεμονίαν ἔχοντα καὶ Πιλάτου κατηγόρουν ἐπὶ τῇ σφαγῇ τῶν ἀπολωλότων· οὐ γὰρ ἐπὶ ἀποστάσει τῶν Ῥωμαίων, ἀλλʼ ἐπὶ διαφυγῇ τῆς Πιλάτου ὕβρεως εἰς τὴν Τιραθανὰ παραγενέσθαι. 18.89καὶ Οὐιτέλλιος Μάρκελλον τῶν αὐτοῦ φίλων ἐκπέμψας ἐπιμελητὴν τοῖς Ἰουδαίοις γενησόμενον Πιλᾶτον ἐκέλευσεν ἐπὶ Ῥώμης ἀπιέναι πρὸς κατηγοροῖεν οἱ Σαμαρεῖται διδάξοντα τὸν αὐτοκράτορα. καὶ Πιλᾶτος δέκα ἔτεσιν διατρίψας ἐπὶ Ἰουδαίας εἰς Ῥώμην ἠπείγετο ταῖς Οὐιτελλίου πειθόμενος ἐντολαῖς οὐκ ὂν ἀντειπεῖν. πρὶν δʼ ἐν τῇ Ῥώμῃ ἴσχειν αὐτὸν φθάνει Τιβέριος μεταστάς. 18.90

Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσία. 18.91τότε δὲ ἐν τῇ Ἀντωνίᾳ, φρούριον δʼ ἐστὶν οὕτως λεγόμενον, ἀπόθεσις αὐτῆς ἦν διὰ τοιαύτην αἰτίαν· τῶν ἱερέων τις Ὑρκανός, πολλῶν δὲ ὄντων οἳ τόδε ἐκαλοῦντο τὸ ὄνομα πρῶτος, ἐπεὶ πλησίον τῷ ἱερῷ βᾶριν κατασκευασάμενος ταύτῃ τὰ πολλὰ τὴν δίαιταν εἶχεν καὶ τὴν στολήν, φύλαξ γὰρ ἦν αὐτῆς διὰ τὸ καὶ μόνῳ συγκεχωρῆσθαι τοῦ ἐνδύεσθαι τὴν ἐξουσίαν, ταύτην εἶχεν ἀποκειμένην, ὁπότε εἰς τὴν πόλιν κατιὼν ἀναλαμβάνοι τὴν ἰδιωτικήν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.85 Joseph. AJ 18.90 (English) >>Joseph. AJ 18.94

Powered by PhiloLogic